Brenton_Greek(i)
5 Τῶν υἱῶν Καὰθ, Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι. 6 Τῶν υἱῶν Μεραρὶ, Ἀσαΐα ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι εἴκοσι. 7 Τῶν υἱῶν Γερσὼμ, Ἰωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν τριάκοντα. 8 Τῶν υἱῶν Ἐλισαφὰτ, Σεμεῒ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, διακόσιοι. 9 Τῶν υἱῶν Χεβρὼν, Ἐλιὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὀγδοήκοντα. 10 Τῶν υἱῶν Ὀζιὴλ, Ἀμιναδὰβ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ἑκατὸν δεκαδύο.