1 Kings 19:1-3

Brenton_Greek(i) 1 Καὶ ἀνήγγειλεν Ἀχαὰβ τῇ Ἰεζάβελ γυναικὶ αὐτοῦ πάντα, ἃ ἐποίησεν Ἠλιοὺ, καὶ ὡς ἀπέκτεινε τοὺς προφήτας ἐν ῥομφαίᾳ. 2 Καὶ ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλιοὺ, καὶ εἶπεν, εἰ σὺ εἶ Ἠλιοὺ καὶ ἐγὼ Ἰεζάβελ, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν. 3 Καὶ ἐφοβήθη Ἠλιοὺ, καὶ ἀνέστη καὶ ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ, καὶ ἔρχεται εἰς Βηρσαβεὲ γῆν Ἰούδα, καὶ ἀφῆκε τὸ παιδάριον αὐτοῦ ἐκεῖ.