2 Chronicles 36:18-20

Brenton_Greek(i) 18 Καὶ πάντα τὰ σκεύη οἴκου τοῦ Θεοῦ τά μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς οἴκου Κυρίου, καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως καὶ τῶν μεγιστάνων, πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα.
19 Καὶ ἐνέπρησε τὸν οἶκον Κυρίου, καὶ κατέσκαψε τὸ τεῖχος Ἱερουσαλὴμ, καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ, καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν. 20 Καὶ ἀπῴκισε τοὺς καταλοίπους εἰς Βαβυλῶνα, καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων,