2 Kings 25:13-17

Brenton_Greek(i) 13 Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου, καὶ τὰς μεχωνὼθ, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι, καὶ ᾖραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα. 14 Καὶ τοὺς λέβητας, καὶ τὰ ἰαμὶν, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, ἔλαβε. 15 Καὶ τὰ πυρεῖα, καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος, 16 στύλους δύο, καὶ τὴν θάλασσαν μίαν, καὶ τὰς μεχωνώθ ἃς ἐποίησε Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν. 17 Ὀκτωκαίδεκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνὸς, καὶ τὸ χωθὰρ ἐπʼ αὐτοῦ τὸ χαλκοῦν· καὶ τὸ ὕψος τοῦ χωθὰρ τριῶν πήχεων· σαβαχὰ, καὶ ῥοαὶ ἐπὶ τῷ χωθὰρ κύκλῳ τὰ πάντα χαλκᾶ, καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῶ σαβαχά.