Brenton_Greek(i)
14 Καὶ τοὺς μεχωνὼθ ἐποίησε δέκα, καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τοὺς μεχωνὼθ, 15 καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς, 16 καὶ τοὺς ποδιστῆρας, καὶ τοὺς ἀναλημπτῆρας, καὶ τοὺς λέβητας, καὶ τὰς κρεάγρας, καὶ πάντα τὰ σκεύη αὐτῶν ἃ ἐποίησε Χιρὰμ, καὶ ἀνήνεγκε τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου, χαλκοῦ καθαροῦ.