Amos 7:7-13

Brenton_Greek(i) 7 Οὕτως ἔδειξέ μοι Κύριος· καὶ ἰδοὺ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας. 8 Καὶ εἶπε Κύριος πρὸς μὲ, τί σὺ ὁρᾷς Ἀμώς; καὶ εἶπα, ἀδάμαντα· καὶ εἶπε Κύριος πρὸς μὲ, ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν. 9 Καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταί τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ῥομφαίᾳ.
10 Καὶ ἐξαπέστειλεν Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραὴλ, λέγων, συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραήλ, οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν πάντας τοὺς λόγους αὐτοῦ. 11 Διότι τάδε λέγει Ἀμὼς, ἐν ῥομφαίᾳ τελευτήσει Ἱεροβοὰμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.
12 Καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμὼς, ὁ ὁρῶν βάδιζε, ἐκχώρησον σὺ εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβίου, καὶ ἐκεῖ προφητεύσεις, 13 εἰς δὲ Βαιθὴλ οὐκ ἔτι προσθήσεις τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ, καὶ οἶκος βασιλείας ἐστί.