Exodus 24:3-11

Brenton_Greek(i) 3 Εἰσῆλθε δὲ Μωυσῆς, καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ Θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ, λέγοντες, πάντας τοὺς λόγους, οὓς ἐλάλησε Κύριος, ποιήσομεν, καὶ ἀκουσόμεθα. 4 Καὶ ἔγραψε Μωυσῆς πάντα τὰ ῥήματα Κυρίου· ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωῒ ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 5 Καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα· καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ μοσχάρια. 6 Λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος, ἐνέχεεν εἰς κρατῆρας, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον. 7 Καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης, ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ εἶπαν, πάντα ὅσα ἐλάλησε Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα. 8 Λαβὼν δὲ Μωυσῆς τὸ αἷμα, κατεσκέδασε τοῦ λαοῦ, καὶ εἶπεν, ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων.
9 Καὶ ἀνέβη Μωυσῆς καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοῦδ, καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραήλ. 10 Καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ὁ Θεὸς τοῦ Ἰσραήλ· καὶ τά ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡσεὶ ἔργον πλίνθου σαπφείρου, καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι. 11 Καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς· καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ, καὶ ἔφαγον καὶ ἔπιον.