Exodus 24:4-8

Brenton_Greek(i) 4 Καὶ ἔγραψε Μωυσῆς πάντα τὰ ῥήματα Κυρίου· ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωῒ ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος, καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 5 Καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα· καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ μοσχάρια. 6 Λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος, ἐνέχεεν εἰς κρατῆρας, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον. 7 Καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης, ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ· καὶ εἶπαν, πάντα ὅσα ἐλάλησε Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα. 8 Λαβὼν δὲ Μωυσῆς τὸ αἷμα, κατεσκέδασε τοῦ λαοῦ, καὶ εἶπεν, ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων.