Brenton_Greek(i)
17 38:13(37:17) Καὶ ἐποίησε τὴν λυχνίαν ἣ φωτίζει, χρυσῆν,
18 38:14(37:18) στερεὰν τὸν καυλὸν, καὶ τοὺς καλαμίσκους ἐξ ἀμφοτέρων τῶν μερῶν αὐτῆς·
19 38:15(37:19) ἐκ τῶν καλαμίσκων αὐτῆς οἱ βλαστοὶ ἐξέχοντες· τρεῖς ἐκ τούτου, καὶ τρεῖς ἐκ τούτου, ἐξισούμενοι ἀλλήλοις.
20 21 38:16(37:21) Καὶ τὰ λαμπάδια αὐτῶν, ἅ ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ ἐξ αὐτῶν· καὶ τὰ ἐνθέμια ἐξ αὐτῶν, ἵνα ὦσιν οἱ λύχνοι ἐπ᾿ αὐτῶν· καὶ τὸ ἐνθέμιον τὸ ἕβδομον, τὸ ἐπ᾿ ἄκρου τοῦ λαμπαδίου, ἐπὶ τῆς κορυφῆς ἄνωθεν, στερεὸν ὅλον χρυσοῦν.
22 23 38:17(37:23) Καὶ ἑπτὰ λύχνους ἐπ᾿ αὐτῆς χρυσοῦς, καὶ τὰς λαβίδας αὐτῆς χρυσᾶς, καὶ τὰς ἐπαρυστρίδας αὐτῶν χρυσᾶς.
24