Brenton_Greek(i)
13 Καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεὸν, ἰδοὺ ἐγὼ ἐξελεύσομαι πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐρῶ πρὸς αὐτούς, ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέ με πρὸς ὑμᾶς· ἐρωτήσουσί με, τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς; 14 Καὶ εἶπεν ὁ Θεὸς πρὸς Μωυσῆν, λέγων, ἐγώ εἰμι ὁ Ὤν· καὶ εἶπεν, οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ, ὁ Ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς. 15 Καὶ εἶπεν ὁ Θεὸς πάλιν πρὸς Μωυσῆν, οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραὴλ, Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν, Θεὸς Ἁβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακὼβ, ἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό μού ἐστιν ὄνομα αἰώνιον, καὶ μνημόσυνον γενεῶν γενεαῖς.