Exodus 5:13-16

Brenton_Greek(i) 13 Οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς, λέγοντες, συντελεῖτε τὰ ἔργα τὰ καθήκοντα καθʼ ἡμέραν, καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμῖν. 14 Καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν Ἰσραήλ, οἱ κατασταθέντες ἐπʼ αὐτοὺς, ὑπὸ τῶν ἐπιστατῶν τοῦ Φαραὼ, λέγοντες, διατί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινθείας καθάπερ χθὲς καὶ τρίτην ἡμέραν, καὶ τὸ τῆς σήμερον; 15 Εἰσελθόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ἰσραὴλ κατεβόησαν πρὸς Φαραὼ, λέγοντες, ἱνατί σὺ οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις; 16 Ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου, καὶ τὴν πλίνθον ἡμῖν λέγουσι ποιεῖν· καὶ ἰδοὺ οἱ παῖδές σου μεμαστίγωνται, ἀδικήσεις οὖν τὸν λαόν σου.