Brenton_Greek(i)
13 Τάδε λέγει Κύριος Θεὸς, ταῦτα τὰ ὅρια κατακληρονομήσετε τῆς γῆς, ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν Ἰσραὴλ πρόσθεσις σχοινίσματος. 14 Καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ᾖρα τὴν χεῖρά μου, τοῦ δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ.
15 Καὶ ταῦτα τὰ ὅρια τῆς γῆς τῆς πρὸς βοῤῥᾶν, ἀπὸ θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης, καὶ περισχιζούσης τῆς εἰσόδου, Ἠμασελδὰμ, 16 Μααβθηρὰς Ἑβραμηλιὰμ ἀναμέσον ὁρίων Δαμασκοῦ καὶ ἀναμέσον ὁρίων Ἠμαθεὶ, αὐλὴ τοῦ Σαυνὰν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αὐρανίτιδος. 17 Ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης, ἀπὸ τῆς αὐλῆς τοῦ Αἰνὰν, ὅρια Δαμασκοῦ, καὶ τὰ πρὸς βοῤῥᾶν. 18 Καὶ τὰ πρὸς ἀνατολὰς ἀναμέσον τῆς Λωρανίτιδος, καὶ ἀναμέσον Δαμασκοῦ, καὶ ἀναμέσον τῆς Γαλααδίτιδος, καὶ ἀναμέσον τῆς γῆς τοῦ Ἰσραὴλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν, τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς. 19 Καὶ τὰ πρὸς Νότον καὶ Λίβα ἀπὸ Θαιμὰν καὶ Φοινικῶνος, ἕως ὕδατος Μαριμὼθ Κάδὴμ παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην· 20 τοῦτο τὸ μέρος Νότος καὶ Λίψ. Τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης ὁρίζει, ἕως κατέναντι τῆς εἰσόδου Ἠμὰθ, ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστι τὰ πρὸς θάλασσαν Ἠμὰθ.
21 Καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς φυλαῖς τοῦ Ἰσραήλ. 22 Βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν, καὶ ἔσονται ὑμῖν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ Ἰσραήλ· μεθʼ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ Ἰσραὴλ, 23 καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετʼ αὐτῶν· ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει Κύριος Θεός.