Brenton_Greek(i)
4 Πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθʼ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθʼ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπʼ ἐμοῦ. 5 Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἁβραὰμ, λέγοντες, μὴ, κύριε· 6 Ἄκουσον δὲ ἡμῶν· βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ, τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.