Genesis 45:14-28

Brenton_Greek(i) 14 Καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτοῦ, ἔκλαυσεν ἐπʼ αὐτῷ· καὶ Βενιαμὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ. 15 Καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, ἔκλαυσεν ἐπʼ αὐτοῖς· καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν.
16 Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἶκον Φαραὼ, λέγοντες, ἥκασιν οἱ ἀδελφοὶ Ἰωσήφ· ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ. 17 Εἶπε δὲ Φαραὼ πρὸς Ἰωσὴφ, εἰπὸν τοῖς ἀδελφοῖς σου, τοῦτο ποιήσατε, γεμίσατε τὰ φορεῖα ὑμῶν, καὶ ἀπέλθετε εἰς γῆν Χαναὰν. 18 Καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν, καὶ τὰ ὑπάρχοντα ὑμῶν, ἥκετε πρός με· καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς. 19 Σὺ δὲ ἔντειλαι ταῦτα· λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Αἰγύπτου τοῖς παιδίοις ὑμῶν, καὶ ταῖς γυναιξὶν ὑμῶν· καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε. 20 Καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν· τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται. 21 Ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραήλ· ἔδωκε δὲ Ἰωσὴφ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραὼ τοῦ βασιλέως· καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν. 22 Καὶ πᾶσιν ἔδωκε δισσὰς στολάς· τῷ δὲ Βενιαμὶν ἔδωκε τριακοσίους χρυσοὺς, καὶ πέντε ἐξαλλασσούσας στολάς. 23 Καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλε κατὰ τὰ αὐτά· καὶ δέκα ὄνους, αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ δέκα ἡμιόνους, αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν. 24 Ἐξαπέστειλε δὲ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς, μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ. 25 Καὶ ἀνέβησαν ἐξ Αἰγυπτου, καὶ ἦλθον εἰς γῆν Χαναὰν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν. 26 Καὶ ἀνήγγειλαν αὐτῷ, λέγοντες, ὅτι ὁ υἱός σου Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου· καὶ ἐξέστη τῇ διανοίᾳ Ἰακὼβ, οὐ γὰρ ἐπίστευσεν αὐτοῖς. 27 Ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ Ἰωσὴφ, ὅσα εἶπεν αὐτοῖς. ἰδὼν δὲ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ὥστε ἀναλαβεῖν αὐτόν, ἀνεζωπύρησε τὸ πνεῦμα Ἰακὼβ τοῦ πατρὸς αὐτῶν. 28 Εἶπε δὲ Ἰσραὴλ, μέγα μοί ἐστὶν, εἰ ἔτι Ἰωσὴφ ὁ υἱός μου ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με.