Habakkuk 2:5-11

Brenton_Greek(i) 5 Ὁ δὲ κατοιόμενος, καὶ καταφρονητὴς, ἀνὴρ ἀλαζών, οὐθὲν μὴ περάνῃ· ὃς ἐπλάτυνε καθὼς ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ οὗτος ὡς θάνατος οὐκ ἐμπιπλάμενος, καὶ ἐπισυνάξει ἐπʼ αὐτὸν πάντα τὰ ἔθνη, καὶ εἰσδέξεται πρὸς αὐτὸν πάντας τοὺς λαούς. 6 Οὐχὶ ταῦτα πάντα κατʼ αὐτοῦ παραβολὴν λήψονται, καὶ πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν, οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ ἕως τίνος, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς. 7 Ὅτι ἐξαίφνης ἀναστήσονται δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς, 8 διότι ἐσκύλευσας ἔθνη πολλὰ, σκυλεύσουσί πάντες οἱ ὑπολελειμμένοι λαοὶ, διʼ αἵματα ἀνθρώπων, καὶ ἀσεβείας γῆς καὶ πόλεως, καὶ πάντων τῶν κατοικούντων αὐτήν.
9 Ὦ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ, τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ, τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν. 10 Ἐβουλεύσω αἰσχύνην τῷ οἴκῳ σου, συνεπέρανας πολλοὺς λαοὺς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου· 11 Διότι λίθος ἐκ τοίχου βοήσεται, καὶ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά.