Job 30:1-7

Brenton_Greek(i) 1 Νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι, νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν, οὓς οὐχ ἡγησάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων. 2 Καί γε ἰσχὺς χειρῶν αὐτῶν ἱνατί μοι; ἐπʼ αὐτοὺς ἀπώλετο συντέλεια. 3 Ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος, οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν. 4 Οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἅλιμα ἦν αὐτῶν τὰ σῖτα, ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥίζας ξύλων ἐμασσῶντο ὑπὸ λιμοῦ μεγάλου.
5 Ἐπανέστησάν μοι κλέπται, 6 ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν. 7 Ἀναμέσον εὐήχων βοήσονται οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο.