Job 37:11-13

Brenton_Greek(i) 11 καὶ ἐκλεκτὸν καταπλάσσει νεφέλη· διασκορπιεῖ νέφος φῶς αὐτοῦ, 12 καὶ αὐτὸς κυκλώματα διαστρέψει, ἐν θεεβουλαθὼθ, εἰς ἔργα αὐτῶν· πάντα ὅσα ἂν ἐντείληται αὐτοῖς, ταῦτα συντέτακται παρʼ αὐτοῦ ἐπὶ τῆς γῆς, 13 ἐὰν τε εἰς παιδείαν, ἐὰν εἰς τὴν γῆν αὐτοῦ, ἐὰν εἰς ἔλεος εὑρήσει αὐτόν.