Brenton_Greek(i)
5 Καὶ ἐπάταξε τὴν Αἴγυπτον ἐν σημείοις, οἷς ἐποίησεν ἐν αὐτοῖς. 6 Καὶ μετὰ ταῦτα ἐξήγαγε τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ εἰσήλθατε εἰς τὴν θάλασσαν τὴν ἐρυθράν· καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω τῶν πατέρων ἡμῶν ἐν ἅρμασι καὶ ἐν ἵπποις εἰς τὴν θάλασσαν τὴν ἐρυθράν. 7 Καὶ ἀνεβοήσαμεν πρὸς Κύριον· καὶ ἔδωκε νεφέλην καὶ γνόφον ἀναμέσον ἡμῶν καὶ ἀναμέσον τῶν Αἰγυπτίων, καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς τὴν θάλασσαν, καὶ ἐκάλυψεν αὐτούς· καὶ εἴδοσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὅσα ἐποίησε Κύριος ἐν γῇ Αἰγύπτῳ· καὶ ἦτε ἐν τῇ ἐρήμῳ ἡμέρας πλείους.
8 Καὶ ἤγαγεν ἡμᾶς εἰς γῆν Ἀμοῤῥαίων τῶν κατοικούντων πέραν τοῦ Ἰορδάνου, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ὑμῶν· καὶ κατεκληρονομήσατε τὴν γῆν αὐτῶν, καὶ ἐξωλοθρεύσατε αὐτοὺς ἀπὸ προσώπου ὑμῶν.
9 Καὶ ἀνέστη Βαλὰκ ὁ τοῦ Σεπφὼρ βασιλεὺς Μωὰβ, καὶ παρετάξατο τῷ Ἰσραὴλ, καὶ ἀποστείλας ἐκάλεσε τὸν Βαλαὰμ ἀράσασθαι ἡμῖν. 10 Καὶ οὐκ ἠθέλησε Κύριος ὁ Θεός σου ἀπολέσαι σε· καὶ εὐλογίαις εὐλόγησεν ὑμᾶς, καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρῶν αὐτῶν, καὶ παρέδωκεν αὐτούς. 11 Καὶ διέβητε τὸν Ἰορδάνην, καὶ παρεγενήθητε εἰς Ἱεριχὼ· καὶ ἐπολέμησαν πρὸς ἡμᾶς οἱ κατοικοῦντες Ἱεριχώ ὁ Ἀμοῤῥαῖος, καὶ ὁ Χαναναῖος, καὶ ὁ Φερεζαῖος, καὶ ὁ Εὐαῖος, καὶ ὁ Ἰεβουσαῖος, καὶ ὁ Χετταῖος, καὶ ὁ Γεργεσαῖος· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας ὑμῶν. 12 Καὶ ἐξαπέστειλε προτέραν ὑμῶν τὴν σφηκιάν· καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ προσώπου ὑμῶν δώδεκα βασιλεῖς τῶν Ἀμοῤῥαίων, οὐκ ἐν τῇ ῥομφαίᾳ σου οὐδὲ ἐν τῷ τόξῳ σου.
13 Καὶ ἔδωκεν ὑμῖν γῆν ἐφʼ ἣν οὐκ ἐκοπιάσατε ἐπʼ αὐτῆς, καὶ πόλεις ἃς οὐκ ᾠκοδομήκατε, καὶ κατῳκίσθητε ἐν αὐταῖς, καὶ ἀμπελῶνας καὶ ἐλαιῶνας οὓς οὐκ ἐφυτεύσατε ὑμεῖς, ἔδεσθε.
14 Καὶ νῦν φοβήθητε Κύριον, καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ, καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ἡμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύσατε Κυρίῳ.