Nehemiah 9:32-34

Brenton_Greek(i) 32 Καὶ νῦν, ὁ Θεὸς ἡμῶν ὁ ἰσχυρός ὁ μέγας, ὁ κραταιὸς καὶ ὁ φοβερὸς, φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου, μὴ ὀλιγωθήτω ἐνώπιόν σου πᾶς ὁ μόχθος ὃς εὗρεν ἡμᾶς, καὶ τοὺς βασιλεῖς ἡμῶν, καὶ τοὺς ἄρχοντας ἡμῶν, καὶ τοὺς ἱερεῖς ἡμῶν, καὶ τοὺς προφήτας ἡμῶν, καὶ τοὺς πατέρας ἡμῶν, καὶ ἐν παντὶ τῷ λαῷ σου ἀπὸ ἡμερῶν βασιλέων Ἀσσοὺρ καὶ ἕως τῆς ἡμέρας ταύτης. 33 Καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφʼ ἡμᾶς, ὅτι ἀλήθειαν ἐποίησας· καὶ ἡμεῖς ἐξημάρτομεν, 34 καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν, καὶ οἱ ἱερεῖς ἡμῶν, καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου, καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου, καὶ τὰ μαρτύριά σου ἃ διεμαρτύρω αὐτοῖς.