Numbers 35:10-15

Brenton_Greek(i) 10 λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτούς, ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην εἰς γῆν Χαναάν. 11 Καὶ διαστελεῖτε ὑμῖν αὐτοῖς πόλεις· φυγαδευτήρια ἔσται ὑμῖν φυγεῖν ἐκεῖ τὸν φονευτὴν, πᾶς ὁ πατάξας ψυχὴν ἀκουσίως. 12 Καὶ ἔσονται αἱ πόλεις ὑμῖν φυγαδευτήρια ἀπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα, καὶ οὐ μὴ ἀποθάνῃ ὁ φονεύων ἕως ἂν στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. 13 Καὶ αἱ πόλεις ἃς δώσετε τὰς ἓξ πόλεις, φυγαδευτήρια ἔσονται ὑμῖν. 14 Τὰς τρεῖς πόλεις δώσετε πέραν τοῦ Ἰορδάνου, καὶ τὰς τρεῖς πόλεις δώσετε ἐν γῇ Χαναάν.
15 Φυγαδεῖον ἔσται τοῖς υἱοῖς Ἰσραὴλ, καὶ τῷ προσηλύτῳ, καὶ τῷ παροίκῳ τῷ ἐν ὑμῖν· ἔσονται αἱ πόλεις αὗται εἰς φυγαδευτήριον, φυγεῖν ἐκεῖ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως.