Nestle(i) 51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ’ αὐτῶν [[καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν]]. 52 καὶ αὐτοὶ [[προσκυνήσαντες αὐτὸν]] ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, 53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ εὐλογοῦντες τὸν Θεόν.