SBLGNT(i)
18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ⸀ὀλίγως ⸀ἀποφεύγοντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ ⸀καὶ δεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ ⸀κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ⸀ὑποστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς· 22 ⸀συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί· Ὗς λουσαμένη εἰς ⸀κυλισμὸν βορβόρου.
2 Peter 2:18-22
SBL Greek NT Apparatus
18 ὀλίγως WH Treg NIV] ὄντως RP • ἀποφεύγοντας WH Treg NIV] ἀποφυγόντας RP
19 καὶ Treg RP] – WH NIV
20 κυρίου WH Treg RP] + ἡμῶν NIV
21 ὑποστρέψαι WH Treg NIV] ἐπιστρέψαι RP
22 συμβέβηκεν WH Treg NIV] + δὲ RP • κυλισμὸν WH Treg NIV] κύλισμα RP
18 ὀλίγως WH Treg NIV] ὄντως RP • ἀποφεύγοντας WH Treg NIV] ἀποφυγόντας RP
19 καὶ Treg RP] – WH NIV
20 κυρίου WH Treg RP] + ἡμῶν NIV
21 ὑποστρέψαι WH Treg NIV] ἐπιστρέψαι RP
22 συμβέβηκεν WH Treg NIV] + δὲ RP • κυλισμὸν WH Treg NIV] κύλισμα RP