Acts 18:12-17

SBLGNT(i) 12 Γαλλίωνος δὲ ⸂ἀνθυπάτου ὄντος⸃ τῆς Ἀχαΐας κατεπέστησαν ⸂ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι⸃ τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13 λέγοντες ὅτι Παρὰ τὸν νόμον ⸂ἀναπείθει οὗτος⸃ τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. 14 μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ ⸀μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· 15 εἰ δὲ ⸀ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· ⸀κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17 ἐπιλαβόμενοι δὲ ⸀πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ⸀ἔμελεν.
SBL Greek NT Apparatus

12 ἀνθυπάτου ὄντος WH Treg NIV ] ἀνθυπατεύοντος RP • ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι Treg NIV RP ] οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν WH
13 ἀναπείθει οὗτος WH Treg NIV ] οὗτος ἀναπείθει RP
14 μὲν WH Treg NIV ] + οὖν RP
15 ζητήματά WH Treg NIV ] ζήτημά RP • κριτὴς WH Treg NIV ] + γὰρ RP
17 πάντες WH Treg NIV ] + οἱ Ἕλληνες RP • ἔμελεν WH Treg NIV ] ἔμελλεν RP