Acts 23:6-8

SBLGNT(i) 6 Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ⸀ἔκραζεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸀Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸀ἐγὼ κρίνομαι. 7 τοῦτο δὲ αὐτοῦ ⸀λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων ⸂καὶ Σαδδουκαίων⸃, καὶ ἐσχίσθη τὸ πλῆθος. 8 Σαδδουκαῖοι ⸀μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν ⸀μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.
SBL Greek NT Apparatus

6 ἔκραζεν WH Treg NIV ] ἔκραξεν RP • Φαρισαίων WH Treg NIV ] Φαρισαίου RP • ἐγὼ NIV RP ] – WH Treg
7 λαλοῦντος WH ] εἰπόντος NIV Treg; λαλήσαντος RP • καὶ Σαδδουκαίων WH Treg NIV ] RP
8 μὲν Treg NIV RP ] – WH • μήτε WH Treg NIV ] μηδὲ RP