SBLGNT(i)
 7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ’ ⸀αὐτῷ ἕως ⸀λάβῃ πρόϊμον καὶ ὄψιμον. 8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν. 9 μὴ στενάζετε, ⸂ἀδελφοί, κατ’ ἀλλήλων⸃, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. 10 ὑπόδειγμα λάβετε, ⸀ἀδελφοί, τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν ⸀ἐν τῷ ὀνόματι κυρίου. 11 ἰδοὺ μακαρίζομεν τοὺς ⸀ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου ⸀εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ⸂ὁ κύριος⸃ καὶ οἰκτίρμων.
James 5:7-11
SBL Greek NT Apparatus
7 αὐτῷ WH Treg NIV ] αὐτόν RP • λάβῃ WH Treg NIV ] + ὑετὸν RP
9 ἀδελφοί κατ᾽ ἀλλήλων WH Treg NIV ] κατ᾽ ἀλλήλων ἀδελφοί RP
10 ἀδελφοί WH Treg NIV ] + μου RP • ἐν WH Treg NIV ] – RP
11 ὑπομείναντας WH Treg NIV ] ὑπομένοντας RP • εἴδετε WH Treg NIV ] ἴδετε RP • ὁ κύριος WH Treg NIV ] – RP