SBLGNT(i)
19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ⸂πιστεύσητε ὅταν γένηται⸃ ὅτι ἐγώ εἰμι. 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ⸀ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με. 21 Ταῦτα εἰπὼν ⸀ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 ⸀ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει. 23 ⸀ἦν ἀνακείμενος εἷς ⸀ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς· 24 νεύει οὖν τούτῳ Σίμων Πέτρος ⸂πυθέσθαι τίς ἂν εἴη⸃ περὶ οὗ λέγει. 25 ⸀ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· Κύριε, τίς ἐστιν; 26 ⸀ἀποκρίνεται ὁ Ἰησοῦς· Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ ⸀βάψω τὸ ψωμίον ⸂καὶ δώσω αὐτῷ⸃· ⸂βάψας οὖν⸃ τὸ ⸀ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος ⸀Ἰσκαριώτου.
John 13:19-26
SBL Greek NT Apparatus
19 πιστεύσητε ὅταν γένηται NIV ] πιστεύητε ὅταν γένηται WH Treg; ὅταν γένηται πιστεύσητε RP
20 ἄν WH Treg NIV ] ἐάν RP
21 ὁ NIV RP ] – WH Treg
22 ἔβλεπον WH NIV ] + οὖν RP Treg
23 ἦν WH Treg NIV ] + δὲ RP • ἐκ WH Treg NIV ] – RP
24 πυθέσθαι τίς ἂν εἴη NIV RP ] καὶ λέγει αὐτῷ Εἰπὲ τίς ἐστιν WH Treg
25 ἀναπεσὼν WH Treg ] ἀναπεσὼν οὖν NIV; ἐπιπεσὼν δὲ RP
26 ἀποκρίνεται Treg NIV RP ] + οὖν WH • βάψω WH Treg NIV ] βάψας RP • καὶ δώσω αὐτῷ WH Treg NIV ] ἐπιδώσω RP • βάψας οὖν WH Treg NIV ] καὶ ἐμβάψας RP • ψωμίον NIV RP ] + λαμβάνει καὶ WH Treg NA • Ἰσκαριώτου WH Treg NIV ] Ἰσκαριώτῃ RP