John 16:17-20

SBLGNT(i) 17 εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· ⸀Ὅτι ὑπάγω πρὸς τὸν πατέρα; 18 ἔλεγον οὖν· ⸂Τί ἐστιν τοῦτο⸃ ὃ ⸀λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. 19 ⸀ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ⸀ὑμεῖς λυπηθήσεσθε, ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται.
SBL Greek NT Apparatus

17 Ὅτι WH Treg NIV ] + Ἐγὼ RP
18 Τί ἐστιν τοῦτο WH Treg NIV ] Τοῦτο τί ἐστιν RP • λέγει WH Treg ] + τὸ NIV RP
19 ἔγνω WH Treg ] + ὁ NIV; + οὖν ὁ RP
20 ὑμεῖς WH Treg NIV ] + δὲ RP