John 7:40-43

SBLGNT(i) 40 ⸂Ἐκ τοῦ ὄχλου οὖν⸃ ἀκούσαντες ⸂τῶν λόγων τούτων⸃ ⸀ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41 ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· ⸂οἱ δὲ⸃ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; 42 ⸀οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ, ⸂ἔρχεται ὁ χριστός⸃; 43 σχίσμα οὖν ⸂ἐγένετο ἐν τῷ ὄχλῳ⸃ δι’ αὐτόν.
SBL Greek NT Apparatus

40 Ἐκ τοῦ ὄχλου οὖν WH Treg NIV ] Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP • τῶν λόγων τούτων WH Treg NIV ] τὸν λόγον RP • ἔλεγον Treg NIV RP ] + ὅτι WH
41 οἱ δὲ WH Treg NIV ] Ἄλλοι RP
42 οὐχ WH Treg NIV ] Οὐχὶ RP • ἔρχεται ὁ χριστός WH Treg NIV ] ὁ χριστός ἔρχεται RP
43 ἐγένετο ἐν τῷ ὄχλῳ WH Treg NIV ] ἐν τῷ ὄχλῳ ἐγένετο RP