SBLGNT(i)
17 αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· Πᾶσα βασιλεία ἐφ’ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. 18 εἰ δὲ καὶ ὁ Σατανᾶς ἐφ’ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια. 19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο ⸂αὐτοὶ ὑμῶν κριταὶ⸃ ἔσονται. 20 εἰ δὲ ἐν δακτύλῳ ⸀θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. 21 ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· 22 ἐπὰν ⸀δὲ ἰσχυρότερος ⸀αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ’ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. 23 ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει.
Luke 11:17-23
SBL Greek NT Apparatus
19 αὐτοὶ ὑμῶν κριταὶ WH NIV ] αὐτοὶ κριταὶ ὑμῶν Treg; κριταὶ ὑμῶν αὐτοὶ RP
20 θεοῦ RP ] + ἐγὼ WH Treg NIV
22 δὲ WH Treg NIV ] + ὁ RP • αὐτοῦ WH Treg RP NA ] – NIV
19 αὐτοὶ ὑμῶν κριταὶ WH NIV ] αὐτοὶ κριταὶ ὑμῶν Treg; κριταὶ ὑμῶν αὐτοὶ RP
20 θεοῦ RP ] + ἐγὼ WH Treg NIV
22 δὲ WH Treg NIV ] + ὁ RP • αὐτοῦ WH Treg RP NA ] – NIV