Luke 21:9-19

SBLGNT(i) 9 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλ’ οὐκ εὐθέως τὸ τέλος. 10 τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, 11 σεισμοί τε μεγάλοι ⸂καὶ κατὰ τόπους⸃ ⸂λιμοὶ καὶ λοιμοὶ⸃ ἔσονται, φόβητρά τε καὶ ⸂σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα⸃ ἔσται. 12 Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς ⸀τὰς συναγωγὰς καὶ φυλακάς, ⸀ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· 13 ⸀ἀποβήσεται ὑμῖν εἰς μαρτύριον. 14 ⸀θέτε οὖν ⸂ἐν ταῖς καρδίαις⸃ ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, 15 ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ⸂ἀντιστῆναι ἢ ἀντειπεῖν⸃ ⸀ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν. 16 παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ⸂ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων⸃, καὶ θανατώσουσιν ἐξ ὑμῶν, 17 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. 18 καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. 19 ἐν τῇ ὑπομονῇ ὑμῶν ⸀κτήσασθε τὰς ψυχὰς ὑμῶν.
SBL Greek NT Apparatus

11 καὶ κατὰ τόπους WH Treg NIV ] κατὰ τόπους καὶ RP • λιμοὶ καὶ λοιμοὶ NIV RP ] λοιμοὶ καὶ λιμοὶ WH Treg • σημεῖα ἀπ’ οὐρανοῦ μεγάλα Treg RP ] ἀπ’ οὐρανοῦ σημεῖα μεγάλα WH NIV; σημεῖα μεγάλα ἀπ’ οὐρανοῦ WHmarg
12 τὰς WH Treg NIV ] – RP • ἀπαγομένους WH Treg NIV ] ἀγομένους RP
13 ἀποβήσεται WH NIV ] + δὲ Treg RP
14 θέτε WH Treg NIV ] Θέσθε RP • ἐν ταῖς καρδίαις WH Treg NIV ] εἰς τὰς καρδίας RP
15 ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NIV ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP • ἅπαντες WH Treg NIV ] πάντες RP
16 ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων WH Treg NIV ] συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν RP
19 κτήσασθε WH NIV RP ] κτήσεσθε Treg