Luke 23:53-24:3

SBLGNT(i) 53 καὶ ⸀καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν ⸀αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν ⸂οὐδεὶς οὔπω⸃ κείμενος. 54 καὶ ἡμέρα ἦν ⸂παρασκευῆς, καὶ⸃ σάββατον ἐπέφωσκεν. 55 κατακολουθήσασαι δὲ ⸀αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ⸂ἐκ τῆς Γαλιλαίας αὐτῷ⸃, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,24 1 τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ⸂ἐπὶ τὸ μνῆμα ἦλθον⸃ φέρουσαι ἃ ἡτοίμασαν ⸀ἀρώματα. 2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, 3 ⸂εἰσελθοῦσαι δὲ⸃ οὐχ εὗρον τὸ ⸀σῶμα.
SBL Greek NT Apparatus

53 καθελὼν WH Treg NIV ] + αὐτὸ RP • αὐτὸν WH Treg NA ] αὐτὸ NIV RP • οὐδεὶς οὔπω WH Treg NIV ] οὐδέπω οὐδεὶς RP
54 παρασκευῆς καὶ WH Treg NIV ] Παρασκευή RP
55 αἱ WH Treg NIV ] – RP • ἐκ τῆς Γαλιλαίας αὐτῷ WH NIV ] αὐτῷ ἐκ τῆς Γαλιλαίας Treg RP
24
1 ἐπὶ τὸ μνῆμα ἦλθον WH NIV ] ἦλθον ἐπὶ τὸ μνῆμα Treg RP • ἀρώματα WH Treg NIV ] + καί τινες σὺν αὐταῖς RP
3 εἰσελθοῦσαι δὲ WH Treg NIV ] Καὶ εἰσελθοῦσαι RP • σῶμα WH ] + τοῦ κυρίου Ἰησοῦ Treg NIV RP