Luke 9:49-56

SBLGNT(i) 49 Ἀποκριθεὶς ⸀δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ⸀ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ⸀ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ’ ἡμῶν. 50 ⸂εἶπεν δὲ⸃ πρὸς αὐτὸν ⸀ὁ Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθ’ ⸂ὑμῶν ὑπὲρ ὑμῶν⸃ ἐστιν. 51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ ⸀πρόσωπον ⸀ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ⸀ὡς ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. 54 ἰδόντες δὲ οἱ ⸀μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι ⸀αὐτούς; 55 στραφεὶς δὲ ἐπετίμησεν ⸀αὐτοῖς. 56 ⸀καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
SBL Greek NT Apparatus

49 δὲ WH Treg NIV ] + ὁ RP • ἐν WH Treg NIV ] ἐπὶ RP • ἐκωλύομεν WH NIV ] ἐκωλύσαμεν Treg RP
50 εἶπεν δὲ WH Treg NIV ] Καὶ εἶπεν RP • ὁ Treg NIV RP ] – WH • ὑμῶν … ὑμῶν WH Treg NIV ] ἡμῶν … ἡμῶν RP
51 πρόσωπον WH NIV ] + αὐτοῦ Treg RP • ἐστήρισεν WH Treg NIV ] ἐστήριξεν RP
52 ὡς WH NIV ] ὥστε Treg RP
54 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP • αὐτούς WH Treg NIV ] + ὡς καὶ Ἠλίας ἐποίησεν RP
55 αὐτοῖς WH Treg NIV ] αὐτοῖς, καὶ εἶπεν, Οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς RP
56 καὶ WH Treg NIV ] ὁ γὰρ ὑιὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ RP