SBLGNT(i)
3 καὶ ἔρχονται ⸂φέροντες πρὸς αὐτὸν παραλυτικὸν⸃ αἰρόμενον ὑπὸ τεσσάρων. 4 καὶ μὴ δυνάμενοι ⸀προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ⸀ὅπου ὁ παραλυτικὸς κατέκειτο. 5 ⸂καὶ ἰδὼν⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ⸂ἀφίενταί σου⸃ αἱ ⸀ἁμαρτίαι. 6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· 7 Τί οὗτος οὕτως λαλεῖ; ⸀βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; 8 καὶ ⸀εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι ⸀οὕτως διαλογίζονται ἐν ἑαυτοῖς ⸀λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ⸀Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ ἆρον ⸂τὸν κράβαττόν σου⸃ καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας⸃— λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω, ⸀ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη ⸂καὶ εὐθὺς⸃ ἄρας τὸν κράβαττον ἐξῆλθεν ⸀ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι ⸂Οὕτως οὐδέποτε⸃ εἴδομεν.
Mark 2:3-12
SBL Greek NT Apparatus
3 φέροντες πρὸς αὐτὸν παραλυτικὸν WH NIV ] πρὸς αὐτὸν φέροντες παραλυτικὸν Treg; πρὸς αὐτὸν παραλυτικὸν φέροντες RP
4 προσενέγκαι WH NIV ] προσεγγίσαι Treg RP • ὅπου WH Treg NIV ] ἐφ᾽ ᾧ RP
5 καὶ ἰδὼν WH NIV ] ἰδὼν δὲ Treg RP • ἀφίενταί σου WH Treg NIV ] ἀφέωνταί σοι RP • ἁμαρτίαι WH Treg NIV ] + σου RP
7 βλασφημεῖ WH Treg NIV ] βλασφημίας RP
8 εὐθὺς WH Treg NIV ] εὐθέως RP • οὕτως WH Treg NIV ] + αὐτοὶ RP • λέγει WH Treg NIV ] εἶπεν RP
9 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP • Ἔγειρε NIV ] Ἐγείρου WH Treg; Ἔγειραι RP • τὸν κράβαττόν σου WH Treg NIV ] σου τὸν κράββατον RP
10 ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας Treg ] ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NIV; ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP
11 ἔγειρε WH Treg NIV ] ἔγειραι καὶ RP
12 καὶ εὐθὺς WH Treg NIV ] εὐθέως καὶ RP • ἔμπροσθεν WH NIV ] ἐναντίον Treg RP • Οὕτως οὐδέποτε WH Treg NIV ] Οὐδέποτε οὕτως RP