SBLGNT(i)
1 Τότε προσέρχονται τῷ ⸀Ἰησοῦ ἀπὸ Ἱεροσολύμων ⸂Φαρισαῖοι καὶ γραμματεῖς⸃ λέγοντες 2 Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας ⸀αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν. 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; 4 ὁ γὰρ θεὸς ⸀εἶπεν· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 5 ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, 6 ⸀οὐ μὴ ⸀τιμήσει τὸν πατέρα ⸀αὐτοῦ· καὶ ἠκυρώσατε ⸂τὸν λόγον⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. 7 ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων· 8 ⸂Ὁ λαὸς οὗτος⸃ τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· 9 μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. 10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε· 11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12 Τότε προσελθόντες οἱ ⸀μαθηταὶ ⸀λέγουσιν αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. 14 ἄφετε αὐτούς· ⸂τυφλοί εἰσιν ὁδηγοί τυφλῶν⸃· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. 15 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολήν ⸀ταύτην. 16 ὁ ⸀δὲ εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17 ⸀οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. 20 ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον. 21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ⸀ἔκραζεν λέγουσα· Ἐλέησόν με, κύριε ⸀υἱὸς Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ⸀ἠρώτουν αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25 ἡ δὲ ἐλθοῦσα ⸀προσεκύνει αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. 26 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27 ἡ δὲ εἶπεν· Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης. 29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν ⸂κωφούς, τυφλούς, χωλούς, κυλλούς⸃, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸀αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς· 31 ὥστε ⸂τὸν ὄχλον⸃ θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας ⸂κυλλοὺς ὑγιεῖς⸃ ⸀καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ. 32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 καὶ λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35 καὶ ⸀παραγγείλας ⸂τῷ ὄχλῳ⸃ ἀναπεσεῖν ἐπὶ τὴν γῆν 36 ⸀ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας ⸀καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀ἐδίδου τοῖς ⸀μαθηταῖς οἱ δὲ μαθηταὶ ⸂τοῖς ὄχλοις⸃. 37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ⸂τὸ περισσεῦον τῶν κλασμάτων ἦραν⸃ ἑπτὰ σπυρίδας πλήρεις. 38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. 39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια ⸀Μαγαδάν.
Matthew 15
SBL Greek NT Apparatus
1 Ἰησοῦ WH Treg NIV ] + οἱ RP • Φαρισαῖοι καὶ γραμματεῖς WH Treg NIV ] γραμματεῖς καὶ Φαρισαῖοι RP
2 αὐτῶν Treg NIV RP ] – WH
4 εἶπεν WH Treg NIV ] ἐνετείλατο λέγων RP
4 Ἰωνᾶ WH Treg NIV ] + τοῦ προφήτου RP
5 μαθηταὶ WH Treg NIV ] + αὐτοῦ RP
6 οὐ WH Treg NIV ] καὶ οὐ RP • τιμήσει WH Treg NIV ] τιμήσῃ RP • αὐτοῦ WH NIV ] + ἢ τὴν μητέρα αὐτοῦ Treg RP • τὸν λόγον WH Treg NIV ] τὴν ἐντολὴν RP
8 Ὁ λαὸς οὗτος WH Treg NIV ] Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ RP
8 εἶπεν WH Treg NIV ] + αὐτοῖς RP • ἐλάβετε Treg RP ] ἔχετε WH NIV
11 ἄρτων WH Treg NIV ] ἄρτου RP • προσέχετε δὲ WH Treg NIV ] προσέχειν RP
12 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP • λέγουσιν WH Treg NIV ] εἶπον RP
12 τῶν ἄρτων WH Treg NIV ] τοῦ ἄρτου RP
13 Τίνα WH Treg NIV ] + με RP
14 τυφλοί εἰσιν ὁδηγοί τυφλῶν Treg NA ] τυφλοί εἰσιν ὁδηγοί WH NIV; ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν RP
15 ταύτην NIV RP ] – WH Treg
16 δὲ WH Treg NIV ] + Ἰησοῦς RP
17 οὐ WH Treg NIV ] Οὔπω RP
17 ἀποκριθεὶς δὲ WH Treg NIV ] Καὶ ἀποκριθεὶς RP
19 δώσω WH NIV ] καὶ δώσω Treg RP • κλεῖδας WH Treg NIV ] κλεῖς RP • ⸀ἐὰν WH NIV RP ] ἂν Treg • ⸁ἐὰν WH NIV RP ] ἂν Treg
20 διεστείλατο Treg RP NA ] ἐπετίμησεν WH NIV • μαθηταῖς WH Treg NIV ] + αὐτοῦ RP • ἐστιν WH Treg NIV ] + Ἰησοῦς RP
21 ὁ Ἰησοῦς Treg NIV RP ] Ἰησοῦς Χριστὸς WH • εἰς Ἱεροσόλυμα ἀπελθεῖν WH Treg NIV ] ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP
22 ἔκραζεν WH Treg NIV ] ἐκραύγασεν αὐτῷ RP • υἱὸς WH Treg NIV ] υἱὲ RP
23 ἠρώτουν WH Treg NIV ] ἠρώτων RP
23 εἶ ἐμοῦ WH Treg NIV ] μου εἶ RP
25 προσεκύνει WH Treg NIV ] προσεκύνησεν RP
25 ἐὰν WH Treg NIV ] ἂν RP
26 ὠφεληθήσεται WH Treg NIV ] ὠφελεῖται RP
28 ὅτι WH NIV ] – Treg RP • τῶν ὧδε ἑστώτων WH Treg NIV ] ὧδε ἑστῶτες RP
30 κωφούς, τυφλούς, χωλούς, κυλλούς Holmes ] χωλούς, κυλλούς, τυφλούς, κωφούς WH; χωλούς, τυφλούς, κωφούς, κυλλούς Treg RP; χωλούς, τυφλούς, κυλλούς, κωφούς NIV • αὐτοῦ WH Treg NIV ] τοῦ Ἰησοῦ RP
31 τὸν ὄχλον WH NIV ] τοὺς ὄχλους Treg RP • κυλλοὺς ὑγιεῖς Treg NIV RP ] – WH • καὶ WH Treg NIV ] – RP
33 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP
35 παραγγείλας WH Treg NIV ] ἐκέλευσεν RP • τῷ ὄχλῳ WH Treg NIV ] τοῖς ὄχλοις RP
36 ἔλαβεν WH Treg NIV ] καὶ λαβὼν RP • καὶ WH Treg NIV ] – RP • ἐδίδου WH Treg NIV ] ἔδωκεν RP • μαθηταῖς WH NIV ] + αὐτοῦ Treg RP • τοῖς ὄχλοις WH Treg NIV ] τῷ ὄχλῷ RP
37 τὸ … κλασμάτων ἦραν WH Treg NIV ] ἦραν τὸ … κλασμάτων RP
39 Μαγαδάν WH Treg NIV ] Μαγδαλά RP