Romans 10:3-5

SBLGNT(i) 3 ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ⸀ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· 4 τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. 5 Μωϋσῆς γὰρ γράφει ⸂ὅτι τὴν δικαιοσύνην τὴν ἐκ ⸀τοῦ νόμου⸃ ὁ ⸀ποιήσας ἄνθρωπος ζήσεται ἐν ⸀αὐτῇ.
SBL Greek NT Apparatus

3 ἰδίαν WH Treg ] + δικαιοσύνην NIV RP
5 ὅτι τὴν … νόμου WH ] τὴν … νόμου ὅτι Treg NIV RP • τοῦ NIV RP ] – WH Treg • ποιήσας WH ] + αὐτὰ Treg NIV RP • αὐτῇ WH Treg ] αὐτοῖς NIV RP