Exodus 31:1-11

Brenton_Greek(i) 1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 ἰδοὺ ἀνακέκλημαι ἐξ ὀνόματος τὸν Βεσελεὴλ τὸν τοῦ Οὐρείου τὸν Ὤρ, ἐκ τῆς φυλῆς Ἰούδα. 3 Καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης, ἐν παντὶ ἔργῳ διανοεῖσθαι, 4 καὶ ἀρχιτεκτονῆσαι, ἐργάζεσθαι τὸ χρυσίον, καὶ τὸ ἀργύριον, καὶ τὸν χαλκὸν, καὶ τὴν ὑάκινθον, καὶ τὴν πορφύραν, καὶ τὸ κόκκινον τὸ νηστὸν, 5 καὶ τὰ λιθουργικὰ, καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα. 6 Καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δὰν· καὶ παντὶ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν· καὶ ποιήσουσι πάντα ὅσα συνέταξά σοι, 7 τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τῆς διαθήκης, καὶ τὸ ἱλαστήριον τὸ ἐπʼ αὐτῆς, καὶ τὴν διασκευὴν τῆς σκηνῆς, 8 καὶ τὰ θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα τὰ σκεύη αὐτῆς, 9 καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, 10 καὶ τὰς στολάς τὰς λειτουργικὰς Ἀαρὼν, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν μοι, 11 καὶ τὸ ἔλαιον τῆς χρίσεως, καὶ τὸ θυμίαμα τῆς συνθέσεως τοῦ ἁγίου· κατὰ πάντα ὅσα ἐγὼ ἐνετειλάμην σοι, ποιήσουσι.