Brenton_Greek(i)
1 Καὶ ἤκουσε Πασχὼρ ὁ υἱὸς Ἐμμὴρ ὁ ἱερεὺς, καὶ οὗτος ἦν καθεσταμένος ἡγούμενος οἴκου Κυρίου, τοῦ Ἱερεμίου προφητεύοντος τοὺς λόγους τούτους. 2 Καὶ ἐπάταξεν αὐτὸν, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταῤῥάκτην, ὃς ἦν ἐν πύλῃ οἴκου ἀποτεταγμένου τοῦ ὑπερῴου, ὃς ἦν ἐν οἴκῳ Κυρίου.
3 Καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερεμίαν ἐκ τοῦ καταῤῥάκτου· καὶ εἶπεν αὐτῷ Ἱερεμίας, οὐχὶ Πασχὼρ ἐκάλεσε Κύριος τὸ ὄνομά σου, ἀλλʼ ἢ Μέτοικον. 4 Διότι τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι τοῖς φίλοις σου· καὶ πεσοῦνται ἐν μαχαίρᾳ ἐχθρῶν αὐτῶν, καὶ οἱ ὀφθαλμοί σου ὄψονται· καὶ σὲ καὶ πάντα Ἰούδαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ μετοικιοῦσιν αὐτοὺς, καὶ κατακόψουσιν ἐν μαχαίραις. 5 Καὶ δώσω τὴν πᾶσαν ἰσχὺν τῆς πόλεως ταύτης, καὶ πάντας τοὺς πόνους αὐτῆς, καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως Ἰούδα εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα. 6 Καὶ σὺ καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, πορεύσεσθε ἐν αἰχμαλωσίᾳ, καὶ ἐν Βαβυλῶνι ἀποθανῇ, καὶ ἐκεῖ ταφήσῃ σὺ καὶ πάντες οἱ φίλοι σου, οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ.