SBLGNT(i)
1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3 ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. 4 ⸀ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ⸀ἐπέχρισεν ⸀αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ⸀ὀφθαλμούς, 7 καὶ εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ (ὃ ἑρμηνεύεται Ἀπεσταλμένος). ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων. 8 οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι ⸀προσαίτης ἦν ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9 ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν· ἄλλοι ⸂ἔλεγον· Οὐχί, ἀλλὰ⸃ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι. 10 ἔλεγον οὖν αὐτῷ· ⸀Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11 ἀπεκρίθη ⸀ἐκεῖνος· ⸂Ὁ ἄνθρωπος ὁ⸃ λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ⸀ὅτι Ὕπαγε εἰς ⸀τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν ⸀οὖν καὶ νιψάμενος ἀνέβλεψα. 12 ⸂καὶ εἶπαν⸃ αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα.
John 9:1-12
SBL Greek NT Apparatus
4 ἡμᾶς WH Treg NIV ] Ἐμὲ RP
6 ἐπέχρισεν Treg NIV RP ] ἐπέθηκεν WH • αὐτοῦ WH Treg NIV ] – RP • ὀφθαλμούς WH Treg NIV ] + τοῦ τυφλοῦ RP
8 προσαίτης WH Treg NIV ] τυφλὸς RP
9 ἔλεγον Οὐχί ἀλλὰ WH Treg NIV] δὲ ὅτι RP
10 Πῶς Treg RP ] + οὖν WH NIV
11 ἐκεῖνος WH Treg NIV ] + καὶ εἶπεν RP • Ὁ ἄνθρωπος ὁ WH Treg NIV ] Ἄνθρωπος RP • ὅτι WH Treg NIV ] – RP • τὸν WH Treg NIV ] τὴν κολυμβήθραν τοῦ RP • οὖν WH Treg NIV ] δὲ RP
12 καὶ εἶπαν WH Treg NIV ] Εἶπον οὖν RP
4 ἡμᾶς WH Treg NIV ] Ἐμὲ RP
6 ἐπέχρισεν Treg NIV RP ] ἐπέθηκεν WH • αὐτοῦ WH Treg NIV ] – RP • ὀφθαλμούς WH Treg NIV ] + τοῦ τυφλοῦ RP
8 προσαίτης WH Treg NIV ] τυφλὸς RP
9 ἔλεγον Οὐχί ἀλλὰ WH Treg NIV] δὲ ὅτι RP
10 Πῶς Treg RP ] + οὖν WH NIV
11 ἐκεῖνος WH Treg NIV ] + καὶ εἶπεν RP • Ὁ ἄνθρωπος ὁ WH Treg NIV ] Ἄνθρωπος RP • ὅτι WH Treg NIV ] – RP • τὸν WH Treg NIV ] τὴν κολυμβήθραν τοῦ RP • οὖν WH Treg NIV ] δὲ RP
12 καὶ εἶπαν WH Treg NIV ] Εἶπον οὖν RP