SBLGNT(i)
14 δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ⸀ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. 15 καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· 16 καὶ ἐπεθύμει ⸂γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ⸃ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. 17 εἰς ἑαυτὸν δὲ ἐλθὼν ⸀ἔφη· Πόσοι μίσθιοι τοῦ πατρός μου ⸀περισσεύονται ἄρτων, ἐγὼ δὲ ⸂λιμῷ ὧδε⸃ ἀπόλλυμαι·
Luke 15:14-17
SBL Greek NT Apparatus
14 ἰσχυρὰ WH Treg NIV ] ἰσχυρὸς RP
16 γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ Treg NIV RP ] χορτασθῆναι ἐκ WH NA
17 ἔφη WH NIV ] εἶπεν Treg RP • περισσεύονται WH Treg NIV ] περισσεύουσιν RP • λιμῷ ὧδε WH NIV ] ὧδε λιμῷ Treg; λιμῷ RP