Luke 19:5-8

SBLGNT(i) 5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ⸀Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. 6 καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. 8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ ⸀ἡμίσιά ⸂μου τῶν ὑπαρχόντων⸃, κύριε, ⸂τοῖς πτωχοῖς δίδωμι⸃, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν.
SBL Greek NT Apparatus

5 Ἰησοῦς WH Treg NIV ] + εἶδεν αὐτόν καὶ RP
8 ἡμίσιά WH Treg NIV ] ἡμίση RP • μου τῶν ὑπαρχόντων WH Treg NIV ] τῶν ὑπαρχόντων μου RP • τοῖς πτωχοῖς δίδωμι WH Treg NIV ] δίδωμι τοῖς πτωχοῖς RP