Mark 14:18-20

SBLGNT(i) 18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ⸂ὁ Ἰησοῦς εἶπεν⸃· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετ’ ἐμοῦ. 19 ⸀ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· Μήτι ⸀ἐγώ; 20 ὁ ⸀δὲ εἶπεν αὐτοῖς· ⸀Εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς ⸀τὸ τρύβλιον·
SBL Greek NT Apparatus

18 ὁ Ἰησοῦς εἶπεν WH NIV ] εἶπεν ὁ Ἰησοῦς Treg RP
19 ἤρξαντο WH NIV ] οἱ δὲ ἤρξαντο Treg RP • ἐγώ WH Treg NIV ] + Καὶ ἄλλος Μήτι ἐγώ RP
20 δὲ WH Treg NIV ] + ἀποκριθεὶς RP • Εἷς WH NIV ] + ἐκ Treg RP • τὸ Treg NIV RP ] + ἓν WH