Mark 15:34-41

SBLGNT(i) 34 καὶ τῇ ⸂ἐνάτῃ ὥρᾳ⸃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ ⸀μεγάλῃ· Ἐλωῒ ἐλωῒ ⸀λεμὰ σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί ⸂ἐγκατέλιπές με⸃; 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ⸀Ἴδε Ἠλίαν φωνεῖ. 36 δραμὼν δέ ⸂τις καὶ⸃ γεμίσας σπόγγον ὄξους ⸀περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. 37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. 38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω. 39 ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι ⸀οὕτως ἐξέπνευσεν εἶπεν· Ἀληθῶς ⸂οὗτος ὁ ἄνθρωπος⸃ υἱὸς ⸂θεοῦ ἦν⸃. 40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν ⸀αἷς καὶ ⸀Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸀ἡ Ἰακώβου τοῦ μικροῦ καὶ ⸀Ἰωσῆτος μήτηρ καὶ Σαλώμη, 41 ⸀αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.
SBL Greek NT Apparatus

34 ἐνάτῃ ὥρᾳ WH Treg NIV ] ὥρᾳ τῇ ἐνάτῃ RP • μεγάλῃ WH Treg NIV ] + λέγων RP • λεμὰ NIV ] λαμὰ WH Treg; λιμὰ RP • ἐγκατέλιπές με WH Treg NIV ] με ἐγκατέλιπες RP
35 Ἴδε WH Treg NIV ] Ἰδού RP
36 τις καὶ Treg NIV] τις WH; εἷς καὶ RP • περιθεὶς WH Treg NIV ] + τε RP
39 οὕτως WH NA ] + κράξας Treg NIV RP • οὗτος ὁ ἄνθρωπος WH Treg NIV ] ὁ ἄνθρωπος οὗτος RP • θεοῦ ἦν WH NIV ] ἦν θεοῦ Treg RP
40 αἷς WH NIV ] + ἦν Treg RP • Μαρία Treg NIV RP ] Μαριὰμ WH • ἡ WH Treg NIV ] + τοῦ RP • Ἰωσῆτος WH Treg NIV ] Ἰωσῆ RP
41 αἳ WH NIV ] + καί Treg RP