Matthew 15:32-39

SBLGNT(i) 32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 καὶ λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35 καὶ ⸀παραγγείλας ⸂τῷ ὄχλῳ⸃ ἀναπεσεῖν ἐπὶ τὴν γῆν 36 ⸀ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας ⸀καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀ἐδίδου τοῖς ⸀μαθηταῖς οἱ δὲ μαθηταὶ ⸂τοῖς ὄχλοις⸃. 37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ⸂τὸ περισσεῦον τῶν κλασμάτων ἦραν⸃ ἑπτὰ σπυρίδας πλήρεις. 38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. 39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια ⸀Μαγαδάν.
SBL Greek NT Apparatus

33 μαθηταί WH NIV ] + αὐτοῦ Treg RP
35 παραγγείλας WH Treg NIV ] ἐκέλευσεν RP • τῷ ὄχλῳ WH Treg NIV ] τοῖς ὄχλοις RP
36 ἔλαβεν WH Treg NIV ] καὶ λαβὼν RP • καὶ WH Treg NIV ] – RP • ἐδίδου WH Treg NIV ] ἔδωκεν RP • μαθηταῖς WH NIV ] + αὐτοῦ Treg RP • τοῖς ὄχλοις WH Treg NIV ] τῷ ὄχλῷ RP
37 τὸ … κλασμάτων ἦραν WH Treg NIV ] ἦραν τὸ … κλασμάτων RP
39 Μαγαδάν WH Treg NIV ] Μαγδαλά RP