SBLGNT(i)
4 Τοῦτο ⸀δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· 5 Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ⸀ἐπὶ πῶλον υἱὸν ὑποζυγίου. 6 πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς ⸀συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς 7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ⸀ἐπ’ αὐτῶν τὰ ⸀ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. 8 ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. 9 οἱ δὲ ὄχλοι οἱ προάγοντες ⸀αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Matthew 21:4-9
SBL Greek NT Apparatus
4 δὲ WH Treg NIV ] + ὅλον RP
5 ἐπὶ WH Treg NIV ] – RP
6 συνέταξεν WH Treg NIV ] προσέταξεν RP
7 ἐπ᾽ WH Treg NIV ] ἐπάνω RP • ἱμάτια WH Treg NIV ] + αὐτῶν RP
9 αὐτὸν WH Treg NIV ] – RP
4 δὲ WH Treg NIV ] + ὅλον RP
5 ἐπὶ WH Treg NIV ] – RP
6 συνέταξεν WH Treg NIV ] προσέταξεν RP
7 ἐπ᾽ WH Treg NIV ] ἐπάνω RP • ἱμάτια WH Treg NIV ] + αὐτῶν RP
9 αὐτὸν WH Treg NIV ] – RP