Matthew 19:16-22

BGB(i) 16 Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν “Διδάσκαλε, τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον;” 17 Ὁ δὲ εἶπεν αὐτῷ “Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός· εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον* τὰς ἐντολάς.” 18 Λέγει αὐτῷ “Ποίας;” Ὁ δὲ Ἰησοῦς εἶπεν* “‘Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.’” 20 Λέγει αὐτῷ ὁ νεανίσκος “Ταῦτα ⇔ πάντα ἐφύλαξα· τί ἔτι ὑστερῶ;” 21 Ἔφη αὐτῷ ὁ Ἰησοῦς “Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς [τοῖς] πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι.” 22 Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον (τοῦτον) ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.