Mark 2:3-11

SBLGNT(i) 3 καὶ ἔρχονται ⸂φέροντες πρὸς αὐτὸν παραλυτικὸν⸃ αἰρόμενον ὑπὸ τεσσάρων. 4 καὶ μὴ δυνάμενοι ⸀προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ⸀ὅπου ὁ παραλυτικὸς κατέκειτο. 5 ⸂καὶ ἰδὼν⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ⸂ἀφίενταί σου⸃ αἱ ⸀ἁμαρτίαι. 6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· 7 Τί οὗτος οὕτως λαλεῖ; ⸀βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; 8 καὶ ⸀εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι ⸀οὕτως διαλογίζονται ἐν ἑαυτοῖς ⸀λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ⸀Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ ἆρον ⸂τὸν κράβαττόν σου⸃ καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας⸃— λέγει τῷ παραλυτικῷ· 11 Σοὶ λέγω, ⸀ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
SBL Greek NT Apparatus

3 φέροντες πρὸς αὐτὸν παραλυτικὸν WH NIV ] πρὸς αὐτὸν φέροντες παραλυτικὸν Treg; πρὸς αὐτὸν παραλυτικὸν φέροντες RP
4 προσενέγκαι WH NIV ] προσεγγίσαι Treg RP • ὅπου WH Treg NIV ] ἐφ᾽ ᾧ RP
5 καὶ ἰδὼν WH NIV ] ἰδὼν δὲ Treg RP • ἀφίενταί σου WH Treg NIV ] ἀφέωνταί σοι RP • ἁμαρτίαι WH Treg NIV ] + σου RP
7 βλασφημεῖ WH Treg NIV ] βλασφημίας RP
8 εὐθὺς WH Treg NIV ] εὐθέως RP • οὕτως WH Treg NIV ] + αὐτοὶ RP • λέγει WH Treg NIV ] εἶπεν RP
9 Ἀφίενταί WH Treg NIV ] Ἀφέωνταί RP • Ἔγειρε NIV ] Ἐγείρου WH Treg; Ἔγειραι RP • τὸν κράβαττόν σου WH Treg NIV ] σου τὸν κράββατον RP
10 ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας Treg ] ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NIV; ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP
11 ἔγειρε WH Treg NIV ] ἔγειραι καὶ RP