Jeremiah 44:15-19

Brenton_Greek(i) 15 Καὶ ἀπεκρίθησαν τῷ Ἱερεμίᾳ πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν, καὶ πᾶσαι αἱ γυναῖκες, συναγωγὴ μεγάλη, καὶ πᾶς ὁ λαὸς οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἐν Παθουρῇ, λέγοντες,
16 Ὁ λόγος ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκούσομέν σου, 17 ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδάς, καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν, ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλὴμ· καὶ ἐπλήσθημεν ἄρτων, καὶ ἐγενόμεθα χρηστοὶ, καὶ κακὰ οὐκ εἴδομεν. 18 Καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν. 19 Καὶ ὅτι ἡμεῖς θυμιῶμεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ ἐσπείσαμεν αὐτῇ σπονδὰς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας, καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς;