1 Chronicles 27:26-31

Brenton_Greek(i) 26 Καὶ ἐπὶ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων, Ἐσδρὶ ὁ τοῦ Χελούβ. 27 Καὶ ἐπὶ τῶν χωρίων, Σεμεῒ ὁ ἐκ Ῥαὴλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου, Ζαβδὶ ὁ τοῦ Σεφνί. 28 Καὶ ἐπὶ τῶν ἐλαιώνων, καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ, Βαλλανὰν ὁ Γεδωρίτης· ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου, Ἰωάς. 29 Καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Σαρὼν, Σατραῒ ὁ Σαρωνίτης· καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσι, Σωφὰτ, ὁ τοῦ Ἀδλί· 30 Ἐπὶ δὲ τῶν καμήλων, Ἀβίας ὁ Ἰσμαηλίτης· ἐπὶ δὲ τῶν ὄνων, Ἰαδίας ὁ ἐκ Μεραθών. 31 Καὶ ἐπὶ τῶν προβάτων, Ἰαζὶζ ὁ Ἀγαρίτης· πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυὶδ τοῦ βασιλέως.